Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.9 Joseph. AJ 11.14 (English) >>Joseph. AJ 11.18

11.12πέμπει δὲ καὶ ἐπιστολὴν πρὸς τοὺς ἐν Συρίᾳ σατράπας Κῦρος τάδε λέγουσαν· “βασιλεὺς Κῦρος Σισίνῃ καὶ Σαραβασάνῃ χαίρειν. Ἰουδαίων τῶν ἐν τῇ ἐμῇ χώρᾳ κατοικούντων ἐπέτρεψα τοῖς βουλομένοις εἰς τὴν ἰδίαν ἀπελθοῦσι πατρίδα τήν τε πόλιν ἀνακτίζειν καὶ τὸν ναὸν οἰκοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ ἐπὶ τοῦ αὐτοῦ τόπου, ἐφʼ οὗ καὶ πρότερον. 11.13κατέπεμψα δέ μου καὶ τὸν γαζοφύλακα Μιθριδάτην καὶ Ζοροβάβηλον τὸν ἄρχοντα τῶν Ἰουδαίων, ἵνα θεμελίους βάλωνται τοῦ ναοῦ καὶ οἰκοδομήσωσιν αὐτὸν ὕψος μὲν ἑξήκοντα πηχῶν τῶν δʼ αὐτῶν καὶ τὸ εὖρος, λίθου μὲν ξεστοῦ τρεῖς ποιησάμενοι δόμους καὶ ἕνα ξύλινον ἐγχώριον, ὁμοίως δὲ καὶ θυσιαστήριον, ἐφʼ οὗ θύσουσιν τῷ θεῷ. 11.14τὴν δὲ εἰς ταῦτα δαπάνην ἐκ τῶν ἐμαυτοῦ γενέσθαι βούλομαι. καὶ τὰ σκεύη δέ, ἐσύλησεν ἐκ τοῦ ναοῦ Ναβουχοδονόσορος βασιλεύς, ἔπεμψα παραδοὺς Μιθριδάτῃ τῷ γαζοφύλακι καὶ Ζοροβαβήλῳ τῷ ἄρχοντι τῶν Ἰουδαίων, ἵνα διακομίσωσιν εἰς Ἱεροσόλυμα καὶ ἀποκαταστήσωσιν εἰς τὸν ναὸν τοῦ θεοῦ. 11.15 δʼ ἀριθμὸς αὐτῶν ἐστιν τοσοῦτος· ψυκτῆρες χρύσεοι πεντήκοντα, ἀργύρεοι τετρακόσιοι, θηρίκλεια χρύσεα πεντήκοντα, ἀργύρεα τετρακόσια, κάδοι χρύσεοι πεντήκοντα, ἀργύρεοι πεντακόσιοι, σπονδεῖα χρύσεα τεσσαράκοντα, ἀργύρεα τριακόσια, φιάλαι χρυσαῖ τριάκοντα, ἀργύρεαι δισχίλιαι τετρακόσιαι, σκεύη τε ἄλλα μεγάλα χίλια.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.9 Joseph. AJ 11.14 (English) >>Joseph. AJ 11.18

Powered by PhiloLogic